Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.19.2 | Hdt. 5.20.4 (English) | >>Hdt. 5.22.2 |
5.20.2 τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε · νῦν δέ , σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης , γυναῖκας ταύτας , εἰ ὑμῖν φίλον ἐστί , ἄπετε λούσασθαι , λουσαμένας δὲ ὀπίσω προσδέκεσθε .”
5.20.3 εἴπας ταῦτα , συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι , γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην , αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω , παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε ·
5.20.4 “ὦ Πέρσαι , οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι · τά τε γὰρ ἄλλα ὅσα εἴχομεν , καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν , πάντα ὑμῖν πάρεστι , καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον , τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν , ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι , πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ .”
5.20.5 ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ · οἱ δέ , ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο , διεργάζοντο αὐτούς .
ch. 21
5.21.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.19.2 | Hdt. 5.20.4 (English) | >>Hdt. 5.22.2 |